Ancient Greek
P.Flor. 1 72
Documentary Papyri, P.Flor. 1 72
Not analysed yet
…χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρά σου διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον κεφαλαίου ἀργυρίου δραχμὰς δεκαὲξ καὶ κριθῆς ἀρτάβην μίαν τρίτον, γίνονται ἀργυρίου δραχμαὶ ιϛ καὶ κριθῆς ἀρτάβη α γ. πάντα δὲ ἀποδώσω καὶ μετρήσω σοι ἐν τῶι …μηνὶ τοῦ ἐνεστῶτος τρισκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. τὸ μὲν ἀργύριον δόκιμον τὴν δὲ κριθὴν νέαν καθαρὰν ἄδολον μέτρωι ἑκτημόρωι Ἀθηναίῳ ἀνυπερθέτως γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης ἔτους τρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …τοσε…