Ancient Greek
P.Flor. 1 74
Documentary Papyri, P.Flor. 1 74
Not analysed yet
Παῆσις Πευῆτος ἀρχέφοδος κώμης Ἰβιῶνος Σεσυμβώθεως τῆς νομαρχίας Σαραπίωνι Ἐπικράτου καὶ Φοιβάμμωνι Ἀχιλλέως τοῖς β παντομίμοις Ἑρμοπολίταις χαίρειν. ὁμολογῶ παρειληφέναι ὑμᾶς μεθʼ ἧς ἔχετε συμφωνίας πᾶσης μουσικῶν τε καὶ ἄλλων ὑπουργοῦντας ἐφʼ ἡμέρας πέντε ἀπὸ κϛ Τῦβι ἕως λ τοῦ αὐτοῦ μηνὸς τοῦ ἐνεστῶτος κα ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐν τῇ προκειμένῃ κώμῃ Ἰβιῶνος μισθοῦ τοῦ συμπεφωνημένου πρὸς ἀλλήλους ἑκάστης ἡμέρας ἀργυρίου δραχμῶν τριακονταὲξ καὶ ἄρτων ζεύγη τριάκοντα καὶ ἐλαίου κοτύλας τέσσαρας καὶ ὑπὲρ τιμῆς τοῦ στεφάνου δραχμὰς δύο . τοὺς δὲ συναγομένους μισθοὺς ἀποδώσω ὑμῖν ἐπʼ ἐκβάσει τῆς ἑορτῆς ἀμέμπτως καὶ ἐλεύσομαι ἐφʼ ὑμᾶς μεθʼ ἧς ἔχετε συμφωνίας ἰδίαις μου δαπάναις. ἔτους κα Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Σαρματικοῦ μεγίστου Τῦβι ιϛ Παῆσις Πευῆτος παρείληφα ὑμᾶς καὶ πάντα ποιήσω ὡς προκειται. Α… Κορ… ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου …