Ancient Greek
P.Flor. 2 131
Documentary Papyri, P.Flor. 2 131
Not analysed yet
παρὰ Ἀλυπίου. ἐνέτυχον οἷς ἔγραψας καὶ ἐπιστάμενος χρῄζειν τὴν φροντίδα σου ἀναλωματίων καὶ μάλιστα διὰ τὴν τῶν Ἀμεσυσίων ἑορτὴν καὶ τὴν τοῦ χόρτου πρόνοιαν ἔπεμψά σοι ἓν ἀπολυσίδιον ἑκατὸν μονοχώρων οἴνου ἀπὸ Ἰβιῶνος Ἀργαίου πρὸς Διονύσιον τὸν φροντιστὴν ἐφʼ ἃ εὐθέως ἀποστεῖλαι σπούδασον. ἐρρῶσθαί σε εὔχομαι. σεσημείωμαι Ἡρωνείνῳ φροντιστῇ Θεαδελφείας. ἔτους δ Παῦνι ιβ παρὰ Ἀλυπίου Ἡρωνείνῳ φροντιστῇ Θρασώ.