Ancient Greek
P.Flor. 2 132
Documentary Papyri, P.Flor. 2 132
Not analysed yet
παρὰ Ἀλυπίου τοῖς κωμάρχαις τῆς Ταυρείνου διελέχθην περὶ τοῦ υἱοῦ τοῦ ὀνηλάτου Ἀκῆτος ὄντος προστάτου τοῦ Χρυσόχοου κτήματος καὶ ἔλεγαν πεποιηκέναι τοῦτο ἀγνοίᾳ, ὑπέσχοντο δὲ εἰς τὰ μηνιαῖα αὐτοῦ ὑποκροῦσαι ταύτην τὴν δόσιν ὅπερ ἀναγκαῖόν σε ἦν γνῶναι ἵνʼ οὕτως αὐτοῖς λογίσῃ ἐρρῶσθαί σε εὔχομαι. σεσημείωμαι Ἡρωνίνωι φροντιστῇ. ε ἔτους Φαῶφι κϛ Ἡρωνίνῳ φροντιστῇ Θεαδελφείας