Ancient Greek
P.Flor. 2 152
Documentary Papyri, P.Flor. 2 152
Not analysed yet
παρὰ Ἀλυπίου. ἐπεὶ ἀπέστειλα τέκτονα Μαρεῖνον ἵνα κόψῃ ξύλα εἰς τὰ μηχανικὰ τοῦ Πακι καὶ τῶν ἐνθάδε μερῶν φροντίσον τοῖς ταυρικοῖς τροφὰς παρασχεῖν καὶ τοῖς ταυρελάταις, ἀλλὰ καὶ τῷ τέκτονι τὴν συνήθη δαπάνην. ἐρρῶσθαί σε εὔχομαι. σεσημείωμαι Ἡρωνείνῳ φροντιστῇ Θρασώ. ἔτους ιδ Τῦβι ιγ