Ancient Greek
P.Flor. 2 153
Documentary Papyri, P.Flor. 2 153
Not analysed yet
παρὰ Ἀλυπίου. ἔπεμψα τὰ κάρνα ἵνα τὰ κοπέντα ξύλα παρενέγκῃ ὑπὸ τῶν περὶ Περιγένην οἷς τροφὰς δὸς τὰς ἐθίμους. φροντίδα δὲ ποίησαι καὶ ἀξόνων ἵνα ἕως αἱ διώρυγες ὕδωρ μὴ ἔχουσιν προβολὴ ἡ αὐτάρκης ἡμῖν τῇ ὑπηρεσίᾳ γένηται. ἐρρῶσθαί σε εὔχομαι. σεσημείωμαι Ἡρωνίνῳ φροντιστῇ Θρασώ. ἔτους δ Ἐπεὶφ β…