Ancient Greek
P.Flor. 2 154 Vo
Documentary Papyri, P.Flor. 2 154v
Not analysed yet
παρὰ Ἀλυπίου. ἅμα τῷ δέξασθαί μου τὰ γράμματα δήλωσόν μοι πόσας ἀρτάβας ἐμέτρησας τοῖς δεκαπρώτοις ὑπὲρ μετρημάτων καὶ πόσας λοιπάζεις ἵνα εἰδῶ· ἐὰν δέ τι λοιπάζῃ ἄνευ ἐμῶν γραμμάτων μὴ μετρήσῃς. καὶ εἴ τι δέονται ἔχειν ὑμῶν καὶ τοῦτο δήλωσον. ἐρρῶσθαί σε εὔχομαι. σεσημείωμαι Ἡρωνείνῳ φροντιστῇ Θεαδελφείας. ἔτους ιε Χοιὰκ ιε παρὰ Ἀλυπίου Ἡρωνείνῳ φροντιστῇ Θεαδελφείας