Ancient Greek
P.Flor. 2 157
Documentary Papyri, P.Flor. 2 157
Not analysed yet
παρὰ Ἀλυπίου. ἐπεὶ ποταμίτας ἐκέλευσα εἰς τὸ ἔργον ἐκεῖνο τὸ τῆς Θεωξενίδος τουτέστιν τὸ τῆς ἄμμου ἀπελθεῖν σπουδή σοι γενέσθω ἄρτους καὶ τὴν ἄλλην ὑπηρεσίαν ἀποστέλλειν αὐτοῖς ἵνα ὑπηρετούμενοι προθύμως ἡμῖν ἐργάζωνται ἔχοντες τὸ ἀμέριμνον τῶν τροφῶν. ἐρρῶσθαί σε εὔχομαι …Ἡρωνείνῳ φροντιστῇ Θρασώ ἔτους …Μεσορὴ …παρὰ Ἀλυπίου Ἡρωνείνῳ …