Ancient Greek
P.Flor. 2 176
Documentary Papyri, P.Flor. 2 176
Not analysed yet
παρὰ Ἀπιανοῦ. καὶ ἂν τὸ βραχύτατόν τις ἀναπέμπῃ ὀφείλει μετὰ γραμμάτων ἀναπέμπειν καὶ δηλοῦν τί ἀνεπέμφθη διὰ τίνος. ἃ δὲ ἀνεπέμψας οὐκ ἦν τοσαῦτα ὥστε καὶ ἄνθρωπον καὶ ὄνον καταργηθῆναι διὰ τέσσαρα κερτύλλια συκαρίων σαπρῶν. ἐνεφαίνετο δὲ ἐκ τῆς τῶν σύκων κακίας καὶ ξηρότητος καὶ δίψης ἡ τοῦ χωρίου ἀμέλεια. ἀλλὰ περὶ μὲν τούτων θήσομέν ποτε λογάριον πρὸς αὐτούς. καὶ ὁ τῆς Εὐημερίας δὲ ἄλλον ἀνεπέμψε μετʼ ὀλίγων. καὶ δύνασθε ἀμφότεροι διὰ τοῦ ἑνὸς ἀναπέμψαι μηνύσαντες εἷς τῷ ἑνὶ . Ἡρωνείνῳ φροντιστῇ. γ ἔτους Ἐπεὶφ κδ Ἡρωνείνῳ φροντιστῇ.