Ancient Greek
P.Flor. 2 177
Documentary Papyri, P.Flor. 2 177
Not analysed yet
παρὰ Ἀπιανοῦ. καὶ πρὸ ἡμερῶν ἐπέστειλα ἵνα ἀρτίδια καλὰ ποιήσηται καὶ ἀναπέμψηται ἡμῖν καὶ οὐκ ἐποιήσατε καὶ ἐχθὲς ἥτις ἐστὶν ιε συντυχὼν τῶι ὀνηλάτῃ Σωκρα τὰ αὐτὰ αὐτῷ ἐνετειλάμην. ἐπεὶ δὲ οἶδα ὅτι καὶ ἀνάγκης καὶ ὑπομνήσεως χρῄζετε διὰ τοῦτο καὶ νῦν ὑμῖν ἐπέστειλα περὶ τούτου. καὶ λαγῳδίων δὲ χρεία ἐστὶν τοπαρίου. καὶ ἂν ὀλίγον. τοπάριον ὀφείλετε βαλεῖν· ἄτοπον γάρ ἐστιν αὐτοὺς ὠνεῖσθαι τότε πᾶσι αὐτοὺς παρέχοντας. χρῄζουσι γὰρ αὐτοῦ οἱ ἰατροὶ καὶ εἰς κολλύρια καὶ εἰς ἑτέρας ἰατρικὰς χρείας. ἐρρῶσθαί σε εὔχομαι. Εἰρηναίῳ φροντιστῇ. ε ἔτους Ἁθὺρ ιϛ κϛ