Ancient Greek
P.Flor. 2 189
Documentary Papyri, P.Flor. 2 189
Not analysed yet
Ἡρᾶς Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. ὑπομιμνήσκω σε τὴν ἐπήρειαν ἣν ἐπάθαμεν πέρυσι ἕνεκεν τῶν κτηνῶν καὶ τῶν κοφίνων. ἐπεὶ οὖν ὁ κύριος ἡμῶν Ἀλύπις ἐν τῇ πόλει οὐκ ἔστιν ἐπεὶ ἀνηρχόμην πρὸς αὐτὸν καὶ ἐποίουν αὐτὸν γράψαι σοι, ἀλλʼ ἐπεὶ οὖν ἡ ἀνάγκη κατεπείγει ὡς καὶ σὺ οὐδὲ ἀγνοεῖς, γράφω σοι φίλτατε ὅπως τῇ ιγ ἀπὸ νυκτὸς ἀποστείλῃς τὰ κτήνη καὶ τοὺς κοφίνους πρὸς ἐμὲ ἵνα μὴ ὡς πέρυσι ἐπηρεασθῶμεν καὶ νῦν τὸ αὐτὸ πάθωμεν. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ιδ Μεσορὴ ιβ