Ancient Greek
P.Flor. 2 190
Documentary Papyri, P.Flor. 2 190
Not analysed yet
Εὐδαίμων Ἡρωνίνῳ τῷ φιλτάτῳ χαίρειν. ἔπεμψά σοι σήμερον διὰ Κάρβωνος ὀνηλάτου κτηνῶν τεσσάρων καὶ Ἀιώνιος ὀνηλάτου κτηνῶν πέντε ἐπὶ τὸ αὐτὸ θ σὺν διχώροις ιϛ ἁπλᾶ μονόχωρα λβ ἐξ ἐντολῆς τοῦ ἀξιολογωτάτου εὐσχήμονος ὧν μοι πέμψον γράμματα. ἐρρῶσθαί σε εὔχομαι τιμιώτατε ἔτους γ Θὼθ ια Εὐδαίμων Ἡρωνίνῳ φροντιστῇ Θεαδελφείας