Ancient Greek
P.Flor. 2 194
Documentary Papyri, P.Flor. 2 194
Not analysed yet
Εἰρηναῖος Ἡρωνίνῳ τῷ φιλτάτῳ χαίρειν. οὐκ ἔτι ἐδήλωσάς μοι περὶ τῶν σιταρίων τῶν ἐν τῷ θησαυρῷ εἰ ἐπύθου Λεοντᾶτος καὶ δυνατός ἐστι γενέσθαι καὶ ἐὰν νῦν οὖν πυθοῦ καὶ δήλωσόν μοι ἵνα ἔλθω. ἐκίνησα τοὺς δεκαπρώτους ἐλθεῖν. ὅρα δὲ μήπως οὔκ ἐστιν χρεία Λεοντᾶν μαθεῖν περὶ τούτου. ἀλλὰ καὶ μάθε εἰ συλλέλεκται ἡ καλάμη ἵνα μετενέχθῃ ἐνθάδε. τὸ κνίδιον τοῦ ἐλαίου εἰ γεγένηκεν …ιο Σωκρας πέμψον μοι διὰ Καυκάλου. ἀλλὰ καὶ ἀρτάβην ἀρακοσπέρμου πέμψον διʼ αὐτοῦ ἐπεὶ αὔριον σπείρω Πρι… κλῆρον ἔξω Πτος…. ἀλλὰ ὅρα μὴ ἀμελήσῃς περὶ τοῦ ἀράκου. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. ζ ἔτους Θὼθ ιε