Ancient Greek
P.Flor. 2 197
Documentary Papyri, P.Flor. 2 197
Not analysed yet
παρὰ Ἰσχυρίωνος. ἀπόλυσον Εἰρηναίῳ φροντιστῇ Εὐημερίας ὑπὲρ σκαφητοῦ ἐλαικῶν καὶ ἄλλων ἀναλωμάτων οἴνου μονόχωρα ἑκατὸν ὧν λόγον δώσει· δευτέρας ληνοῦ. ἔτους ε Μεχεὶρ κϛ. Ἡρωνείνῳ φροντιστῇ Θεαδελφίας Εἰρηναῖος Ἡρωνίνῳ τῷ ἀδελφῷ χαίρειν. παρέλαβον παρά σου τὰ τοῦ οἴνου μονόχωρα ἑκατὸν γίνεται …ρ ὡς πρόκειται. ἐρρῶσθαί σε εὔχομαι. ε ἔτους Φαμενὼθ ι