Ancient Greek
P.Flor. 2 212
Documentary Papyri, P.Flor. 2 212
Not analysed yet
Νίννος Ἡρωνίνῳ τῷ φιλτάτῳ χαίρειν. εἰς τοσαύτην ἀτυχίαν ἦλθες τοσαῦτα λήμματα ἀναλίσκων ὡς μὴ ἔχειν σε ἀρτάβην μίαν λωτινοῦ. τὴν μὲν οὖν ἀρτάβην ἐν τοσούτῳ σοι ἔπεμψα. ἴσθι δὲ ὅτι ἐὰν μὴ σεαυτῷ τοῦ παντὸς προνοήσῃς σεαυτῷ μεγάλην ἀτυχίαν ἐνποιῇ. καὶ Ἡρᾶς δὲ ὁ τῆς Μύρωνος φροντιστὴς ᾐτιάσατό σε ὡς ὀφειλόντος ἀπὸ τιμῆς καλάμου ἔτι ἀπὸ τοῦ Μεχεὶρ μηνὸς δραχμὰς ἑκατὸν ἑξήκοντα γίνονται δραχμαὶ ρξ καὶ ὑπὸ τῶν τὸν κάλαμον πωλησάντων πολλὰ ὀχλούμενον. φρόντισον οὖν τὰς δραχμὰς αὐτῷ πέμψαι. β ἔτους Θὼθ ιϛ. ἐρρῶσθαί σε εὔχομαι φίλτατε ἵνα μὴ καὶ ἐν τούτῳ ἐν αἰτίᾳ γένῃ