Ancient Greek
P.Flor. 2 213
Documentary Papyri, P.Flor. 2 213
Not analysed yet
Νίννος Ἡρωνίνῳ τῶι φιλτάτῳ χαίρειν. τὰ διαπεμπόμενά σοι ἀπὸ τῆς πόλεως διὰ κτηνῶν ναυλωσίμων οἴνου μεμφίτια μη παράλαβε καὶ ἔασον παρά σοι ἔστʼ ἂν μεταπέμψηται αὐτὰ ὁ τῆς Διονυσιάδος φροντιστής. λημμάτισον δὲ διὰ τῶν λόγων σου παρʼ εὐδαίμονος. ὅταν δὲ προλαβὼν μεταπέμψηται αὐτὰ ὁ φροντιστὴς τῆς Διονυσιάδος δέξαι παρʼ αὐτοῦ τῆς παραλήμψεως γράμματα. ἐρρῶσθαί σε εὔχομαι φίλτατε. διὰ Σύρου κοσμητεύσαντος. α ἔτους Τῦβι κθ