Ancient Greek
P.Flor. 2 229
Documentary Papyri, P.Flor. 2 229
Not analysed yet
Παλᾶς Ἡρωνείνῳ τῷ φιλτάτωι χαίρειν. παρέλαβον παρά σου καὶ νῦν τὰ ἀπολυθέντα μοι ἐκ τῶν ἀπὸ Ἰβιῶνος ἐξ ἐπιστάλματος Σύρου κοσμητεύσαντος κεχρονισμένου εἰς γ ἔτος Φαῶφι λ οἴνου μονόχωρα πεντήκοντα ἐξ ὧν εὑρέθη ὄξους μονόχωρον ἓν . ἐρρῶσθαί σε εὔχομαι …