Ancient Greek
P.Flor. 2 231
Documentary Papyri, P.Flor. 2 231
Not analysed yet
Φίλιππος Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. Ἁρπαλίων ὁ δεκάπρωτος ἔλαβεν τὸ ἀπολυσίδιον τῆς δημοσίας. σπούδασον οὖν παραλαβεῖν τὰ ὀφειλόμενα ὑπὸ αὐτοῦ εἰς πλήρωσιν πυροῦ ἀρταβῶν υ ἵνα ὅταν τὰ κτήνη κατέλθῃ μὴ καταργηθῇ ἀλλὰ καὶ τὰς διὰ Παλᾶ πυροῦ ἀρτάβας ξ μετενεχθῆναι ποίησον. ἀλλὰ σπούδασον τοῦτο ποιῆσαι περὶ τῶν δραχμῶν τ ἀμεριμνί. ἐρρῶσθαί σε εὔχομαι εὐτυχοῦντα. Φαῶφι ϛ Ἡρωνείνῳ φροντιστῇ Θρασὼ παρὰ Φιλίππου γραμματέως