Ancient Greek
P.Flor. 2 247
Documentary Papyri, P.Flor. 2 247
Not analysed yet
Σύρος Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. ἐὰν τὸ ξυλάριον Δημέας ἀνακομίζῃ παράσχες αὐτῷ τὸ ταυρικὸν τὸ παρὰ σοὶ ἐὰν χρῄζει αὐτοῦ ἐστʼ ἂν διαπεράσῃ τὸ Χθω καὶ δύναται ἐξαυτῆς ὑποστρέψαι. αὐτάρκως δὲ ἔχεις ἅπαξ ἐπιστέλλεσθαι περὶ τῶν κτηνῶν τοῦ ἀναπέμψαι. καὶ ἂν νῦν ἀναπέμψον ἵνα μὴ χρεία γένηται πρός σε φαύλων γραμμάτων. ἐρρῶσθαί σε εὔχομαι φίλτατε γ ἔτους Τῦβι κ καύσιμα δὲ ἔχω πολλὰ ἐν ἑτοίμῳ, τῷ δὲ ταυρικῷ ἐὰν τὸ ξύλον τὸ συκαμίνινον ἀνακομίζῃ χόρτον παράσχες Ἡρωνείνῳ φροντιστῇ Θεαδελφείας παρὰ Σύρου