Ancient Greek
P.Flor. 2 248
Documentary Papyri, P.Flor. 2 248
Not analysed yet
Σύρος Ἡρωνείνῳ καὶ Σερήνῳ τοῖς φιλτάτοις χαίρειν. ἐὰν ἓν τῶν ταυρικῶν τῆς Διονυσιάδος παρέχητε ὁπότερʼ ὑμῶν ὑπὸ ἄξονα ἀποφερόμενον εἰς Ἰβιῶνα Ἀργαίου καὶ ἡ ὥρα αὐτὸν καταλάβῃ τοῦ καταχθῆναι παρʼ ὑμῖν παράσχετε αὐτῷ τροφὰς καὶ τῷ ταυρελάτῃ τὴν συνήθην δαπάνην. ἀναγνόντες μου τὰ γράμματα ἀρκεσθητε τῷ ἀναγνώσματι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι φίλτατοι δ ἔτους Φαμενὼθ α