Ancient Greek
P.Flor. 2 252
Documentary Papyri, P.Flor. 2 252
Not analysed yet
Σύρος Ἡρωνίνῳ καὶ Διονυσίωι χαίρειν. ἐὰν μὲν ἦν ὁ μόσχος ὃν ἐκέλευσα δοθῆναι Παλᾷ εὐάρεστος αὐτῷ γενάμενος καὶ ἦν παρʼ αὐτῷ σὺ ὁ Διονύσιος γενοῦ ἐξαυτῆς εἰς Φιλωτερίδα καὶ τὸν ἀντʼ αὐτοῦ ἀνένεγκον τοῦτο γὰρ ἐκέλευσεν ὁ κύριός μου Ἀλύπις· πάνυ γὰρ αὐτοῦ χρῄζει ἐνθάδε. ἐρρῶσθαι ὑμᾶς ἐπεύχομαι φίλτατοι ε ἔτους Ἁθὺρ ιη Ἡρωνίνῳ φροντιστῇ Θεαδελφείας