Ancient Greek
P.Flor. 2 253
Documentary Papyri, P.Flor. 2 253
Not analysed yet
Σύρος Ἡρωνείνῳ τῷ φιλτάτῳ χαίρειν. παράδος Ὡρίωνι φροντιστῇ Διονυσιάδος ἀφʼ ὧν ἔχεις παρά σοι ἀπὸ γ ληνοῦ οἴνου μονόχωρα πεντήκοντα γίνονται μονόχωρα ν τῆς τιμῆς αὐτῶν χωρούσης εἰς τὰ παρʼ αὐτῷ ἀναλώματα ὧν λόγον δώσει καὶ δέξαι παρʼ αὐτοῦ γράμματα τῆς παραλήμψεως. ἐρρῶσθαί σε εὔχομαι φίλτατε ε ἔτους Χοιὰκ κδ