Ancient Greek
P.Flor. 3 301
Documentary Papyri, P.Flor. 3 301
Not analysed yet
ρκδ …λαογράφοις Σοκνοπαίου νήσου παρὰ Μεσοήρεως Τεσενούφεως τοῦ Σαταβοῦτος μητρὸς Σεγάθιος τῆς Τεσενούφεως τῶν ἀπὸ κώμης Σοκνοπαίου νήσου, ἱερέως γ φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου. Ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος ιδ ἔτους Αὐρηλίου Ἀντωνείνου καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν, καταγείνομαι δὲ ἐν οἰκίᾳ ἰδίᾳ ἐν τῇ κώμῃ· καί εἰμι Μεσοῆρις ὁ προγεγραμμένος ὡς ἐτῶν κβ ἐκ τῆς γενομένης καὶ ἀποπεπλεγμένης γυναικὸς οὔσης μου ὁμομητρίας ἀδελφῆς Στοτοήτεως Στοτοήτεως δ ……ὡς ἐτῶν κϛ ἀσήμου καὶ το… …Σαταβοῦς νεωτερ ……Τεσενουφ ἀδελφ Σαταβου ……Τεσενουφ ……της ……προγεγραμμέν Μεσοηρ ……ἐπιδέδωκα… ἔτους ιε Αὐρηλίου Ἀντωνείνου καίσαρος τοῦ κυρίου ἐπαγομένων ϛ