Ancient Greek
P.Flor. 3 302
Documentary Papyri, P.Flor. 3 302
Not analysed yet
…ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου σεβαστοῦ εὐσεβοῦς, μηνὸς Λωίου ιε Παῦνι ιε, ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Σοῆρις Ἐριέως ὡς ἐτῶν …τὸν ὀφθαλμὸν δεξιόν, μετὰ κυρίου τοῦ συγγενοῦς Ἁρποκράτου Σώτου ὡς ἐτων …γ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς, Πανεφρέμμι Ἀγχώφεως …ὡς ἐτῶν κϛ ἀσήμωι ἀπέχειν παρʼ αὐτοῦ τὴν ὁμολογοῦσαν ὑπὲρ ἐκφορίων τοῦ διελθόντος ιγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου οὗ γεωργεῖ τοῦ τρ…φ …Ἀγχώφεως …μένην …ἀρουρῶν ……ων ὄντων πρὸς τὸν Πανεφρέμμιν. ἡ προγεγραμμένη Σοῆρις Ἐριέως μετὰ κυρίου τοῦ συγγενοῦς Ἁρποκράτου Σώτου ἀπέχω παρὰ τοῦ Πανεφρέμμεως ὑπὲρ ἐκφορίων ιγ ἔτους ἀργυρίου δραχμὰς εἴκοσι ,καθὼς πρόκειται. Ἄλκιμος γραμματεὺς τοῦ προκιμένου γραφείου ἔγραψα ὑπὲρ αὐτῆς καὶ τοῦ κυρίου φαμένων μὴ εἰδέναι γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείου