Ancient Greek
P.Flor. 3 304
Documentary Papyri, P.Flor. 3 304
Not analysed yet
Ἀφοῦτι ἐξ ἀναφορᾶς Ἀμμωνίωνος προκουράτορος τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου κόμιτος Ἀμμωνίου, ᾗ καὶ συνῄνησεν ἡ αὐτοῦ μεγαλοπρέπεια ἐξ ἐμῆς διαλαλιᾶς, ῥιπάριος προσεκάλησας τῶν μερίδων τοῦ αὐτοῦ ἐνδοξοτάτου ἀνδρός. εἰσελθὼν δὲ καὶ ἐν τῷ δικαστηρίῳ οἰκείᾳ φωνῇ καὶ γνώμῃ κατεδέξω τὴν φροντίδα τοῦ ῥιπαρίου, ἧς ἐπιλαβέσθαι σε διὰ τοῦδε τοῦ προστάγματος παρακελεύομαι λήμματος ἐκτός. ἐκ σπουδῆς γὰρ ἐπαινεθήσει, ἐκ δὲ ῥᾳθυμίας κινδύνῳ τῷ ἐσχάτῳ σαυτὸν ὑποβαλεῖς. δατ