Ancient Greek
P.Flor. 3 303
Documentary Papyri, P.Flor. 3 303
Not analysed yet
παρὰ τῷ μεγαλοπρεπεστάτῳ καὶ εὐδοκιμωτάτῳ Μέλᾳ τρακτευτῇ παρὰ Ἄπα Νείλου χαίρειν. παρακαλῶ τὴν σὴν ἀρετὴν ὅπως ἀγοράσῃς τὰ πεντακισχίλια κοῦφα θέμενος ἀρραβῶνα ἢ εἰς τὸν Μαχήλιον ἢ εἰς τὸν Κροῦστον. μὴ οὖν ἀμελήσῃς περὶ τούτου, δέσποτα. ἀπόστειλαι δέ μοι ἓξ χρύσινα, ἐπεὶ χρεία ἐστὶν αὐτῶν ἐνταῦθα. ἔπεμψα δὲ τὸν ἐμὸν ἐργάτην τὸν καὶ φέροντα τὰ γράμματα. ἐμοῦ δὲ ἐρχομένου σὺν θεῷ διὰ τὰ κοῦφα τύπον διδω αὐτῶν. καταξιώσῃ οὖν ἡ ὑμετέρα μεγαλόνοια ἀποστεῖλαί μοι μίαν ἀρτάβην φασηλίων. πολλὰ πολλὰ πολλὰ προσαγορεύω τὴν σὴν ἀρετὴν καὶ πάντας τοὺς ἐνοικοῦντας ἐν τῷ ἀφθόνῳ σου οἴκῳ, ἀπὸ μικροῦ ἕως μεγάλων, τὸ κατʼ ὄνομα. προσαγορεύω δὲ τοὺς γλυκυτάτους μου υἱοὺς Φοιβάμμωνα καὶ Φὶβ καὶ Μηνᾶν. τῷ μεγαλοπρεπεστάτῳ καὶ εὐδοκιμωτάτῳ Μέλᾳ τρακτευτῇ παρὰ Ἄπα Νείλου α…