Ancient Greek
P.Flor. 3 313
Documentary Papyri, P.Flor. 3 313
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίων Ζήνωνος καὶ Ποστουμιανοῦ τῶν λαμπροτάτων, μεσορὴ ιθ, γ ἰνδικτίονος. Αὐρηλία Λία Διοσκόρου μητρὸς Λείας ἀπὸ ἐποικίου Ἰλίου τοῦ Ἑρμουπολίτου νομοῦ Αὐρηλίῳ Ἡρακλέωνι Ἱεροκλέους αἰδεσίμῳ πολιτευομένῳ ῥιπαρίῳ Ἑρμουπόλεως τῆς λαμπροτάτης. ἐπειδὴ πρὸ τούτου τοῦ ἔτους γενομένη ἐδανεισάμην παρὰ σοῦ χρυσοῦ νομισμάτια τέσσαρα ,πρὸς ἀσφάλειαν τοῦ χρέους ὑπεθέμην σοι φανερ… ἐνέχυρα …ερον…κ πάσης τῆς ἀποκαταστάσεως τοῦ αὐτοῦ χρέους ἕνεκεν καὶ νῦν ὁμολογῶ ὀμνύουσα τόν τε παντοκράτορα θεὸν καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου καὶ Οὐαλεντινιανοῦ τῶν αἰωνίων αὐγούστων ε…χειν πέμπτης καὶ εἰκάδος τοῦ …Μεσορὴ τῆς παρούσης τρίτης ἰνδικτίονος τὰ τοῦ χρυσοῦ νομισμάτια τέσσαρα παρασχεῖν σοι καὶ ἀναλαβεῖν με παρὰ σοῦ …α ἐνέχυρα· εἰ δὲ μὴ τοῦτο ποιήσω, ἐπὶ τῷ μηκέτι με ἐπιζητεῖν …τὰ ἐνέχυρα καὶ δώσειν ἀπὸ καταγνώσεως καὶ παραβάσεως χρυσοῦ νομισμάτιον ἕν ,καὶ μηδὲν διεψεῦσθαι. ἡ ὁμολογία κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Λία Διοσκόρου ἡ προκειμένη ἐθέμην τὴν ὁμολογίαν καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ ὤμοσα τὸν θεῖον ὅρκον, ὡς πρόκειται. Αὐρήλιος Πινουτίων Ἀννῆτος ἀπὸ Ἀντινοουπόλεως τῆς λαμπροτάτης ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας διʼ ἐμοῦ Βίκτορος διὰ Σ…ίωνος βοηθοῦ ἐγράφη