Ancient Greek
P.Flor. 3 314
Documentary Papyri, P.Flor. 3 314
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίων Ἱερίου καὶ Ἀρδαβουρίου τῶν λαμπροτάτων, Παχὼν β, ια ἰνδικτίονος. Αὐρήλιος Ἠλίας Βίκτορος μητρὸς Τερεῦτος ὡς ἐτῶν με οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς ἀπὸ κώμης Ἐνσεῦ τοῦ Ἑρμουπολίτου νομοῦ κεραμοπλάστης Αὐρηλίῳ Σαραπίωνι …ος οἰνοπράτῃ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπληρῶσθαι παρὰ σοῦ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας τιμῆς Κνιδίων κούφων νέων πεπισσοκοπουμένων ἀριθμῷ χιλίων διακοσίων καὶ δύο ἑκατοστῶν τούτων Κνίδια κοῦφα νέα πεπισσοκοπουμένα ἀριθμῷ εἰκοσιτέσσαρα · γίνεται ὁμοῦ Κνίδια κοῦφα Ασκδ· ἅπερ σοι ἀποδώσω τῷ Ἐπεὶφ μηνὶ …