Ancient Greek
P.Flor. 3 319
Documentary Papyri, P.Flor. 3 319
Not analysed yet
Μάρκωι Πετρωνίωνι Μαμερτείνωι ἐπάρχῳ Αἰγύπτου παρὰ Σαραπίωνος Διονυσίου ἀπὸ Ὀξυρύγχων πόλεως. ὑπάρχουσί μοι καὶ ἀδελφιδῷ μου Διονυσίωι ἄρουραι τέσσαρες περὶ κώμην Σερύφιν τοῦ αὐτοῦ νομοῦ, ὧν ἐξέβαλόν με οἱ ἐν γειτνίᾳ μου ὄντες ἐμοῦ μὲν ἐπὶ ξένης ὄντος πολλῷ χρόνῳ, τοῦ δὲ ἀδελφιδοῦ μου ὀρφανοῦ ὄντος. περὶ τούτων καὶ πλειόνων παρεκόμισα ἀναφόρια τοῖς κατὰ χρόνον στρατηγοῖς, ἵνα μοι ἀφορισθῶσι· οἱ δὲ ἐπέστειλαν τοῖς κωμογραμματεῦσι, καὶ ἐκεινοι…