Ancient Greek
P.Flor. 3 320
Documentary Papyri, P.Flor. 3 320
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν αἰωνίων αὐγούστων τὸ δ. Φλαυίῳ Διδύμῳ ἀπὸ ἑκατοντάρχων τάξεως τοῦ πριουάτου πατριμουνίου παρὰ Αὐρηλίου Σαραπίωνος Δωροθέου ἀπὸ τῆς αὐτῆς πόλεως. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ εἰς …ετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης γ ἰνδικτίονος τὰς ὑπαρχούσας σοι πρὸς ἀπηλιώτην τοῦ χώματος ἀρούρας ἓξ εἰς σπορὰν πυροῦ ἐν τῷ παρόντι ἐνιαυτῷ ἀνὰ ἐκφορίου ἑκάστης ἀρούρης σίτου ἀρτάβας ἑπτὰ, γίνονται σίτου ἀρτάβαι ζ …μίσθωσις Σαραπίωνος ἀρταβ- ϛ …