Ancient Greek
P.Flor. 3 342
Documentary Papyri, P.Flor. 3 342
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος τὸ β καὶ Φλαουίου Ὀπιλιανοῦ τοῦ λαμπροτάτου, Φαῶφι η τρίτης ἰνδικτίονος. Αὐρηλίῳ Ἀπολλῶτι Διοσκόρου ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίου Σανσνεῦτος Ἰσακίου μητρὸς Ἡραίτος ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ πρὸς μόνον τὸν παρόντα ἐνιαυτὸν κατασπορᾶς γενήματος σὺν θεῷ ἐσομένης τετάρτης ἰνδικτίονος τὰς ὑπαρχούσας ἀρούρας διακειμένας ἐν τῇ πεδιάδι τῆς αὐτῆς κώμης …ἐν κλήρῳ Φοννέως ἐν τῷ διάκειται …δη περιελθούσας εἰς σὲ ὀνόματ …γραφου …μίσθωσις Σανσνεῦτος Ἰσακίου