Ancient Greek
P.Flor. 3 343
Documentary Papyri, P.Flor. 3 343
Not analysed yet
τῷ εὐδοκιμωτάτῳ ἀδελφῷ Σαραποδώρῳ σιγγουλαρίῳ Ἀνδρέας λαμπρότατος καὶ πολιτευόμενος τῆς Ἑρμουπολιτῶν. ἔχω καὶ ὀφείλω τῇ σῇ ἀρετῇ ὑπὲρ καθαρᾶς καὶ ἀποκρότου ἀντιφωνήσεως χρυσοῦ νομίσματα τριάκοντα εὔσταθμα ζυγῷ δημοσίῳ· γίνεται χρυσοῦ νομίσματα λ εὔσταθμα· καὶ ταῦτα ἑτοίμως ἔχω καταβαλεῖν ἐπὶ τὴν σὴν ἀρετὴν ἐντὸς ἡμερῶν τριάκοντα ἀριθμουμένων ἀπὸ τῆς σήμερον ἡμέρας ἥτις ἐστὶν Μεσορὴ τρίτη τῆς παρούσης δεκάτης ἰνδικτίονος, χωρίς τινος ἀντιλογίας καὶ ὑπερθέσεως καὶ δίκης …