Ancient Greek
P.Flor. 3 365
Documentary Papyri, P.Flor. 3 365
Not analysed yet
Διοσκουρίδης Παθερμούθῳ τῷ πατρὶ πλεῖστα χαίρειν. …ν…σοι εὐωχοῦμεν …δο… προσβαίνω ἐν τῷ …καὶ προσδοκῶμεν …ε…την. καὶ χρεία μου …ἐνθάδε παραμεῖναι καὶ ὅτι …αι… ἐπὶ τοῦ ἀγροῦ καὶ οὐ σχολάζω πρὸς σὲ ἐλθεῖν. πέμψεις μου τὴν ἀδελφὴν διὰ τοῦ ἀναδιδομένου σοι ταῦτα τὰ γράμματά μου. ἄσπασαι τὴν γλυκυτάτην ἐμὴν μητέρα καὶ τὰ ἀβάσκαντά σου τεκνία καὶ τοὺς σοὺς πάντας. πέμψον μοι τὸ αἰγίδιον. ἐρρῶσθαι σε εὔχομαι πολλοῖς ἔτεσιν.