Ancient Greek
P.Flor. 3 366
Documentary Papyri, P.Flor. 3 366
Not analysed yet
…υ…β…ος Σαραπίων Ἐπαφροδίτῳ χαίρειν. ἔπεμψάς μοι διὰ Ἀννέους περὶ τῆς κριθῆς ἐκπιπρασκειν πρὸς δραχμὰς ϛ τετρώβολον, θαυμαστὸν δʼ ὡς μετὰ τρεῖς μόνας ἡμέρας μεταβουλευσάμενος γράφεις ἐλάττονος, καίτοι ἄλλων πωλησάντων τῷ ζυτοποιῷ πρὸς δραχμὰς ϛ τετρώβολον …ρα του… παρόντος καὶ ἐν τῇ Ταυρίνου πιπράσκεται ……ρ…ν…ος ὅσον …ν ἔλεξας καὶ γράψον μοι τί πέρας …τοῦ σίτου καὶ τῆς κριθῆς παραλυθὲν οὔπω εὗρον· ἔπεμψα δὲ καὶ ἐν τῇ πόλει ζητῆσαι, ἐὰν δὲ καὶ σὺ εὕρῃς, δήλωσόν μοι. ἔρρωσο