Ancient Greek
P.Fouad 1 18
Documentary Papyri, P.Fouad 1 18
Not analysed yet
Ἡρακλείδης Ἁρμιύσιος ἡγούμενος ἐτῶν λε οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Πετσῖρις πρεσβύτερος Θευώνιος ἐτῶν με οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς Διόδωρος Σίμωνος ὡς ἐτῶν νε οὐλὴ ὀφρύι δεξιᾷ Νεφερῶς Πατωῆτος ἐτῶν λ οὐλὴ τραχήλῳ ἐξ ἀριστερᾶς Ἁρμιῦσις Σενθέως ἐτῶν ν οὐλὴ πήχει ἀριστερῷ Ἡρακλείδης Ἁρμιύσιος ἡγούμενος καὶ Πετσῖρις πρεσβύτερος Θευώνιος καὶ Διόδωρος Σίμωνος καὶ Νεφερῶς Πατωῆτος καὶ Ἁρμιῦσις Σενθέως, οἱ ἓξ πρεσβύτεροι δημοσίων γεωργῶν τῶν ἀπὸ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος τοῖς προκεχειρισμένοις τὴν τοῦ νομοῦ κατασποράν· ὀμνύομεν Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα, ἦ μὴν μὴ ἐάσειν τινά χαλᾶν ὕδωρ εἰς τοὺς δρυμοὺς μηδὲ ἡμᾶς χαλᾶν· εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴη, ἐφιορκοῦσι δὲ τὰ ἐναντία. ἔτους ιε Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαῶφι ιδ.