Ancient Greek
P.Fouad 1 19
Documentary Papyri, P.Fouad 1 19
Not analysed yet
Πανεστικοῦς Πετεῆτος ἡγούμενος καὶ Ἡρακλῆς Ἡρακλήου καὶ Ἁρπαῆσις Πανούριος καὶ Πετεσοῦχος Ὀννώφριος καὶ Πανοῦρις Πανούριος οἱ πέντε πρεσβύτεροι δημοσίων γεωργῶν Ἄρεως κώμης τοῖς προκεχειρισμένοις τὴν τοῦ νομοῦ κατασποράν· ὀμνύομεν Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα, ἦ μὴν μὴ ἐάσειν ἕνα χαλᾶν ὕδωρ εἰς τὸν δρυμόν μηδὲ ἡμᾶς χαλᾶν· εὐορκοῦσιν μὲν ἡμῖν εὖ εἴη ἐπιορκοῦσιν δὲ τὰ ἐναντία. ἔτους ιε Τιβερίου Κλαύδιου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαῶφι …