Ancient Greek
P.Fouad 1 29
Documentary Papyri, P.Fouad 1 29
Not analysed yet
Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Αὐρηλίου Ἀμμωνίου Ἥρωνος μητρὸς Θαισᾶτος ἀπὸ κώμης Βακχιάδος. πρὸ ὀλίγων τούτων ἡμερῶν, τοῦ υἱοῦ μου Σατύρου περὶ δυσμὰς ἡλίου ἐξελθόντος εἰς τὸ γεμίσαι ὕδωρ εἰς πιεῖν, διὰ τὸ ἐν τῇ προκειμένῃ κώμῃ νειλιαῖον ὕδωρ μὴ εἶναι ἀλλὰ ἀπὸ μακρόθεν γεμίζεσθαι ἀπὸ πηγῶν, ἔνιοι ἀπὸ τῆς αὐτῆς κώμης, οὓς ἀγνοῶ, λογοποιούμενοι πρὸς ἑαυτούς, ῥίψαντος ἐξ αὐτῶν τινος λίθον, τραυματιαῖος ὁ υἱός μου, ἀπὸ μακρόθεν στήκων, ἐγένετο κατὰ τῆς κεφαλῆς. ὅθεν ἐπιδίδωμι τάδε τὰ βιβλίδια καὶ ἀξιῶ ἐν καταχωρισμῷ αὐτὰ γενέσθαι ἐνμάρτυρα εἰς τὸ μένειν μοι τὸν λόγον πρὸς τοὺς φανησομένους αἰτίους. διευτύχει. ἔτους δ Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θώθ θ.