Ancient Greek
P.Fouad 1 30
Documentary Papyri, P.Fouad 1 30
Not analysed yet
Δημητρίῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Τασιόνυτος τῆς καὶ Διονυσίας Διονυσίου ἀπʼ Ὀξυρύγχων πόλεως καὶ Ἀμμωνίου Πάσειτος ἀπὸ τῆς μικρᾶς Ὀάσεως, τῆς δὲ Τασιόνυτος μετὰ κυρίου Δημητρίου Θέωνος τοῦ Θέωνος ἀπὸ τῆς Ὀξυρύγχων πόλεως. ὑπάρχει ἑκατέρῳ ἡμῶν ἐπʼ ἀμφόδου Μητρῴου οἰκία συναφὴς τῇ ἑκατέρου· ἔχει δὲ ἐν γειτνίᾳ ἡμῶν Φίλων Διονυσίου καὶ Ἀπία Φερέμφιος σὺν τοῖς ἀδελφοῖς Διονυτᾶτι καὶ Ταποντῶτι καὶ Ἀρσοῦτι Σαραπίωνος καὶ Δημητροῦτι Διονυσίου καὶ Σαραπίωνι Σαραπίωνος οἰκίαν, ἥτις διὰ πολυχρόνιον παλαίωσιν κινδυνεύει συνπεσεῖν· ὅθεν ὑφορώμενοι μὴ κίνδυνός τις ἡμῖν καὶ τοῖς ἡμετέροις γένηται, ᾗ μάλιστα τῆς αὐτῆς οἰκίας φερούσης εἰς τὴν ἑκατέρου αὐλὴν, ἀξιοῦμεν μεταδοθῆναι αὐτοῖς τοῦδε τοῦ ὑπομνήματος ἀντίγραφον διʼ ὑπηρέτου, ἵνʼ ἔχοντες ἔνγραπτον παραγγελίαν τὴν ἑαυτῶν οἰκίαν ἀσφαλίσωνται ἢ εἰδῶσι ὑπευθύνους αὐτοὺς ἐσομένους παντὶ τῷ συνοισομένῳ κινδύνῳ καὶ τοῖς ἐπακολουθήσασι βλάβεσι. ἔτους ε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ α. Διονύσιος ὁ καὶ Σαρᾶς ὑπηρέτης μετέδωκα Ἀπίᾳ Φερέμφιος καὶ τῷ ἀδελφῷ αὐτῆς Διονυτᾶτι διʼ αὐτῆς καὶ Φίλωνι Διονυσίου καὶ Ταποντῶτι καὶ Ἀρσοῦτι καὶ Δημητροῦτι καὶ Σαραπίωνι ἐνώπιος. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεῖρ νεομηνίᾳ.