Ancient Greek
P.Fouad 1 37
Documentary Papyri, P.Fouad 1 37
Not analysed yet
Μηνόδωρος Ἀπολλωνίου, Ἀλθαιεύς, Λουκίῳ Πομπηίωι Νίγερι χαίρειν. ὁμολογῶ σε ἐκδεδόσθαι μοι τὸν υἱὸν σοῦ Φοῦσκον, οὐδέπω ὄντα τῶν ἐτῶν ἐκδιδάξαι τὴν λινουφικὴν τῶν καθημένων τέχνην πᾶσαν ἐντελῶς, καθὰ καὶ ἐγὼ ἐπίσταμαι, ἐν ἔτεσι δυσί ἀπὸ μηνὸς Γερμανικείου τοῦ ὀγδόου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἐφʼ ᾧ καὶ χορηγήσω σοὶ ὑπὲρ αὐτοῦ μισθὸν κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ, σοῦ τοῦ πατρὸς τρέφοντος αὐτὸν καὶ ἱματίζοντος· ὃν καὶ παρέξῃ μοι παραμένοντα πρὸς τῇ μαθήσει, αὐτὰς τὰς ἡμέρας, ὑπήκοον ὄντα ἐν τοῖς κατὰ τὴν τέχνην· ἀργήσει τοῦ μηνὸς ἡμέρας τρεῖς · ὧν καὶ οὐδὲν ἀπὸ τοῦ μισθοῦ ὑπολογήσω· τῶν δὲ πλείονων τοῦ μὲν μισθοῦ τὸ ἐπίβαλλον ὑπολογήσω, ἀντιπαρέξῃ μοι δὲ αὐτὸν τὰς ἴσας μετὰ τὸν χρόνον ἐπὶ τοῖς αὐτοῖς· ὃν καὶ οὐκ ἀποσπάσεις ἀπʼ ἐμοῦ ἐντὸς τοῦ χρόνου, οὐδέ μοι ἐξέσθαι ἀποτρίψασθαι αὐτὸν ἐντὸς τοῦ ἴσου χρόνου· τούτου δὲ πληρωθέντος ἐπιδείξομαι σοὶ αὐτὸν ἐπὶ ὁμοτέχνων τριῶν ὧν ἐὰν κοινῇ γνῶμῃ ἑλώμεθα …ἐὰν δʼ ἔν τινι παραβαίνω ἐκτείσω σοὶ παραχρῆμα τά τε βλάβη καὶ δαπανήματα καὶ οὓς ἐὰν προσοφείλω μισθοὺς σὺν ἡμιολίᾳ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν ,καθάπερ ἐκ δίκης, χωρὶς τοῦ κύρια εἶναι τὰ προγεγραμμένα. ἔτους η Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαρμοῦθι ιη. ὡς ἐτῶν μ οὐλὴ μήλῳ δεξιῷ. Μηνόδωρος Ἀπολλωνίου διδάξω καὶ ποιήσω καθώς πρόκειται. Μηνόδωρος Φούσκου