Ancient Greek
P.Fouad 1 38
Documentary Papyri, P.Fouad 1 38
Not analysed yet
……ρ κακοτεχνήσειν μήτε περὶ τὴν παραχώρησιν τῶν δέκα πέντε ἀρουρῶν μηδὲ περὶ τὴν ὁμολογίαν μηδὲ περὶ τὰς διʼ αὐτῆς κειμένας διαστολὰς μηδὲ περὶ τὸν ὅρκον τοῦτον, παρευρέσει μηδεμιᾷ. ἐὰν δὲ μὴ ποιῶ κατὰ τὰ προγεγραμμένα, τὰ μὲν κατὰ τὴν παραχώρησιν καὶ τὰς ὁμολογίας συγχωρῶ μένειν κύρια καθάπερ καί ἐστιν· ἡνίκα δʼ ἂν εὐθυνθῶ, συγχωρῶ καὶ τὰ λοιπὰ μέρη τοῦ κλήρου μου ἀναλημφθῆναι εἰς τὸ βασιλικὸν καί με ἔνοχον εἶναι τῶι ὅρκωι. Ἀσκληπιάδης ὡς ἐτῶν κδ μέσος μελίχρως στρογγυλοπρόσωπος …οὐλὴ ἀντικνημίῳ ἀριστερῷ. Φίλισκος ὡς ἐτῶν μζ μείζων ἢ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ μ…