Ancient Greek
P.Fouad 1 39
Documentary Papyri, P.Fouad 1 39
Not analysed yet
…Ταϋσειρ …ἐπʼ ἀμφόδου Ἑρμαίου ὀγδόου μέρους …ου καὶ αὐλῆς ἐν ᾗ φρέαρ καὶ χρηστήρια, καὶ μηδεμίαν ἔφοδον ἢ ἐπέλευσιν ποιήσεσθαι ἐπὶ τοῦτο κατὰ μηδένα τρόπον, ἀλλʼ ἐξεῖναί σοι ἀπογράψασθαι εἰς τὸ τῶν ἐνκτήσεων βιβλιοφυλάκιον καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῇ ἀνεμποδίστως ὡς τὰ τῆς ὑπο…ασεως γράμματα περιέχει. ἅπερ ἐὰν συμβῇ παραπεσεῖν ἢ διαφθαρῆναι, μὴ προσδέεσθαι ἑτέρας εὐδοκήσεως ἀρκουμένῃ τῇδε τῇ εὐδοκήσει. κυρία ἥδε ἡ χείρ, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν.