Ancient Greek
P.Gascou 66
Documentary Papyri, P.Gascou 66
Not analysed yet
χμγ τῷ θεοσεβεστάτῳ ἄπα Παλάμωνι ἐπισκόπῳ ἐπί τῆς Ἑρμουπολιτῶν παρὰ Σιλβανοῦ πρεσβυτέρου ὰπὸ κώμης …καὶ Καρπεινίου διακόνου ἀπὸ κώμης …χαίρειν. πεπληρώμεθα παρὰ τῆς σῆς θεοσεβείας ὑπὲρ λόγου ὀψωνίου σίτου τῷ καιρῷ τῆς πρώτης ἐμβολῆς κανόνος ἑνδεκάτης ἰνδικτίωνος σίτου ἀρτάβας δύο μέτρῳ Ἀθηναίῳ κεκοσκινευμένῳ, γίνονται σίτου ἀρτάβαι β, καὶ οὐδένα λόγον ἔχομεν πρὸς τὴν σὴν θεοσέβειαν καὶ εἰς σὴν ἀσφάλειαν ταύτην τὴν ἀποχήν σου εἰσδωκαμ…. Καρπεῖνος διάκονος στοιχεῖ ὡς πρόκειται. Σιλβανὸς πρεσβύτερος ἔσχον ὡς πρόκειται. ……ου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. ἐγράφη Παυνι ε ἑνδεκάτης ἰνδικτίωνος.