Ancient Greek
P.Gascou 67
Documentary Papyri, P.Gascou 67
Not analysed yet
Αὐρήλιος Αἰωνιανὸς Γελασίου ἄρξας Μωθιτῶν πόλεως Φλαυίωι Ποτάμμωνι οὐετρανῷ τῶν ἐντιμῶς ἀπολελυμένων χαίρειν. ὁμολογῶ ἐκμεμισθωκέναι ἀπὸ τῆς τρισκαιδεκάτης ἰνδικτίονος ἄχρι ἑπτακαιδεκάτης ὶνδικτίονος καὶ αὐτῆς ἀρδευτικὸν ἡμέρας ἥμισυ …τοῦ Πμου πβα… Πμουν Βερρι Ψηι περὶ τὸν Κελλίτην ὑπέρ φόρου ἀποτάκτου καθ’ ἕκαστον ἐνιαυτὸν ἀπὸ τῆς ιγ ἰνδικτίονος κατὰ γραφὴν καθ’ ὁμοιότητα πάντων τῶν γεωργῶν τοῦ ὑδρεύματος. κυρία ἡ ἀντιμίσθωσις ἁπλῆ γραφεῖσα ἐφ’ ὑπογραφῆς μου ἔστωι καὶ βεβαία καὶ ἔννομος καὶ ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν Φλαυίων Λουππικίνου καὶ Ἰοουίνου τῶν λαμπροτάτων …Παῦνι κατ’ Αἰγυπτίους Αὐρήλιος Αἰωνιανὸς ἐθέμην τὴν ἀντιμίσθωσιν ἐπὶ τοῖς προκειμένοις ὅροις ὡς πρόκειται· οὐ συζητῶ δὲ πρὸς σὲ ἢ πρὸς ἄλλον περὶ ἀγγαρικῶν κτηνῶν ἢ παιδίων.