Ancient Greek
P.Gen. 1 1
Documentary Papyri, P.Gen. 1.2ed 1
Not analysed yet
ἀντίγραφον Αὐρήλιος Θεόκριτος στρατηγοῖς Ἀρσενοείτου χαίρειν. Οὐαλέριον Τιτανιανὸν τὸν κράτιστον ὑπὸ τοῦ κυρίου ἡμῶν ἀηττήτου Αὐτοκράτορος Ἀντωνείνου Εὐσεβοῦς τειμᾶσθαι οὐδείς ἐστιν ὁ ἀγνοῶν. διὸ συμβουλεύω ὑμῖν αἰδημόνως περὶ τοῦς οικειους αὐτοῦ προσενεχθῆναι μηδὲ βιαίως ἐπὶ τὰ κτήματα αὐτοῦ ἐπιτρέχειν μηδὲ ἐκταράσσειν τοὺς γεωργούς, ἀλλὰ ἐπὶ τοῖς ἀρίστοις καὶ συναίρεσθαι αὐτῷ, μή, εἰ μάθοιμι παρὰ τὰ κεκελευσμένα πράσσοντας, ἐπιστρεφέστερον ὑμᾶς ἐπανορθώσωμαι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους κα Παῦνι ιε. ἐπιστολὴ Θεοκρίτου