Ancient Greek
P.Gen. 1 2
Documentary Papyri, P.Gen. 1.2ed 2
Not analysed yet
Σύρος Ἀλεξάνδρῳ χαίρειν. καλῶς ποιήσεις δοὺς τῷ ἀναδιδόντι σοι τὸ πιττάκιον Πασίωνι ὑπὲρ μὲν τόκου δραχμὰς δ τετρώβολον καὶ ἀπὸ τοῦ κεφαλαίου δραχμὰς δ, ὡς γενέσθαι δραχμαὶ η τετρώβολον. ἀλλὰ μὴ ἀμελήσῃς, ἐπεὶ τὰς ἴσας ἔσχον παρʼ αὐτοῦ ἐνθάδε ἐπὶ τῆς πόλεως.