Ancient Greek
P.Gen. 1 22
Documentary Papyri, P.Gen. 1.2ed 22
Not analysed yet
……λλεως εὐδοκῶ ……ἀργυρίου δραχμὰς χιλίας ἑκατόν, γίνονται δραχμαὶ Αρ. Ἐπίμαχος Ζωπύρου ἐπηκολούθηκα τῇ προκειμένῃ διαγραφῆι, καὶ ἀπέχω τὴν τιμὴν τῆς ὑπαρχούσης μοι δούλης ᾗ ὄνομα Θερμουθάριον καὶ τῆς ταύτης θυγατρὸς Τερεῦτος, ἀκολούθως τῇ ἀνενηνεγμένῃ διὰ τοῦ ἐν Ἑρμοῦ πόλει ἀγορανομείου ὠνῇ ἀργυρίου δραχμὰς χιλίας ἑκατόν, γίνονται δραχμαὶ Αρ καθὼς πρόκειται. ἔτους β Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴ ζ.