Ancient Greek
P.Gen. 1 23
Documentary Papyri, P.Gen. 1.2ed 23
Not analysed yet
Δωρίων καὶ Σαμβᾶς ἀμφότεροι Ἡρακλείδου Σαταβοῦτι Σαταβοῦτος χαίρειν. πεπράκαμέν σοι ἀπὸ τῶν ὑπαρχόντων ἡμῖν ὀνικῶν κτηνῶν ὄνον ἕνα μυόχρουν κολοβὸν ἀνʼ ἅ ἐστιν, τέλειον τοῦτον τοιοῦτον ἀναπόριφον καὶ ἀπέχομεν τὴν τιμήν. Σαμβᾶς Ἡρακλείδου συναπέσχηκα ὡς πρόκειται καὶ συνπέπρακα. ἔτους β Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Μεχεὶρ ια.