Ancient Greek
P.Gen. 1 25
Documentary Papyri, P.Gen. 1.2ed 25
Not analysed yet
Ξένων Ἀσκληπιάδου διὰ Ἑρμαίου ἰδίου Ἀνουβίωνι Σαραπίωνος χαίρειν. μεμέτρημαι παρὰ σοῦ πάντα τὰ ἐκφόρια ὧν γεωργεῖς μου ἀρουρῶν γενήματος τοῦ ἐνεστῶτος η ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, τῶν δημοσίων ὄντων πρὸς ἐμὲ τὸν κάτοικον. ἔτους η Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Ἐπεὶφ κε. Ἑρμόφιλος Κάστορος ἔγραψα ὑπὲρ Ἑρμαίου μὴ εἰδότος γράμματα.