Ancient Greek
P.Gen. 1 26
Documentary Papyri, P.Gen. 1.2ed 26
Not analysed yet
Μύσθης Σωστράτου Ἰσιδώρᾳ Ἥρωνος τρίτου χαίρειν. ἀπέχω παρὰ σοῦ τὸ ἐπιβάλλον σοι τρίτον μέρος ὧν ὤφειλέν μοι ὁ πατήρ σου ἀργυρίου δραχμῶν τεσσαράκοντα καὶ τῶν τόκων ἀργυρίου δραχμὰς δεκαδύο γίνονται δραχμαὶ ιβ, καὶ οὐδέν σοι ἐγκαλῶ. ἔτους δεκάτου Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Θὼθ ιε.