Ancient Greek
P.Gen. 1 28
Documentary Papyri, P.Gen. 1.2ed 28
Not analysed yet
Οὐεγέτωι τῶι καὶ Σαραπίωνι στρατηγῶι Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτιος τοῦ Ὡρίωνος καὶ Πανούπιος τοῦ Τεσενούφεως τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου. Ὡρίων τις κατελθὼν εἰς τὴν ἡμετέραν κώμην προετρέψατο ἡμᾶς ἀνελθεῖν εἰς τὴν μητρόπολιν καὶ ἀγοράσαι παρὰ τοῦ πατρὸς αὐτοῦ Στοτοήτιος ἐπικαλουμένου Μικροῦ μικα πυρόν, καὶ λαβὼν παρʼ ἡμῶν ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ πυροῦ τιμὴν ὡς δοῦναι τῷ πατρὶ αὐτοῦ, ἀφανὴς ἐγένετο. προσελθόντων δὲ ἡμῶν τῷ πατρὶ αὐτοῦ περὶ τοῦ πυροῦ, καὶ αὐτὸς ἔξαρνος ἐγένετο μήτε τὸ ἀργύριον εἰληφέναι μήτε εἰδέναι ποῦ ἐστιν ὁ υἱὸς αὐτοῦ. διὸ ἀξιοῦμεν μένειν παρὰ σοὶ ἐν καταχωρισμῶι τὸ ὑπόμνημα ἄχρι οὗ ὁ Ὡρίων ἐμφανὴς γένηται καὶ ἀχθῆναι τὸν πατέρα αὐτοῦ πρὸς τὸ παραστῆσαι αὐτόν ἵνʼ ὦμεν ὑπὸ σοῦ βεβοηθήμενοι. Στοτοῆτις ἐτῶν κη οὐλὴ μήλῳ ἀριστερῷ Πανούπιος ἐτῶν κε ἄσημος ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ, Φαῶφι κδ.